<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.383-15.461</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.383-15.461</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="383">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="384">ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,</l><l n="385">ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="386">ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν</l><l n="387">ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν</l><l n="388">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="389"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="390">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="391">σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον</l><l n="392">ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,</l><l n="393">ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,</l><l n="394">πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.</l><l n="395">τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,</l><l n="396">εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="397">δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.</l><l n="398">νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε</l><l n="399">κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,</l><l n="400">μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,</l><l n="401">ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.</l><l n="402">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="403"><milestone unit="para" ed="P"/>νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,</l><l n="404">Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,</l><l n="405">οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,</l><l n="406">εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.</l><l n="407">πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη</l><l n="408">νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·</l><l n="409">ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,</l><l n="410">ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν</l><l n="411">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.</l><l n="412">ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·</l><l n="413">τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,</l><l n="414">Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.</l><milestone n="415" unit="card" ed="p"/><l n="415"><milestone unit="para" ed="P"/>ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,</l><l n="416">τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.</l><l n="417">ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,</l><l n="418">καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·</l><l n="419">τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.</l><l n="420">πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ</l><l n="421">εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει</l><l n="422">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l><l n="423">εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·</l><l n="424">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·</l><q type="unspecified"><l n="425"><milestone unit="para" ed="P"/>ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,</l><l n="426">κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·</l><l n="427">ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες</l><l n="428">ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες</l><l n="429">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο
                     λάθρη·</l><q type="unspecified"><l n="431">ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,</l><l n="432">ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ</l><l n="433">αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.</l></q><l n="434"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο
                     μύθῳ·</l><q type="unspecified"><l n="435">εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,</l><l n="436">ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.</l></q><l n="437"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς
                     ἐκέλευεν.</l><l n="438">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="439">τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν</l><l n="441">ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,</l><l n="442">ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι</l><l n="443">ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ</l><l n="444">δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.</l><l n="445">ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.</l><l n="446">ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,</l><l n="447">ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·</l><l n="448">οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·</l><l n="449">καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.</l><l n="450">παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,</l><l n="451">κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·</l><l n="452">τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον</l><l n="453">ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.</l></q><milestone n="454" unit="card" ed="p"/><l n="454"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,</l><l n="455">οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες</l><l n="456">ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.</l><l n="457">ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,</l><l n="458">καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.</l><l n="459">ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς</l><l n="460">χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.</l><l n="461">τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>