<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.376-15.404</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.376-15.404</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="376">ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν</l><l n="377">ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι</l><l n="378">καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι</l><l n="379">ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="381">ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,</l><l n="382">πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.</l><l n="383">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="384">ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,</l><l n="385">ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="386">ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν</l><l n="387">ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν</l><l n="388">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="389"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="390">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="391">σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον</l><l n="392">ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,</l><l n="393">ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,</l><l n="394">πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.</l><l n="395">τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,</l><l n="396">εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="397">δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.</l><l n="398">νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε</l><l n="399">κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,</l><l n="400">μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,</l><l n="401">ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.</l><l n="402">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="403"><milestone unit="para" ed="P"/>νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,</l><l n="404">Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>