<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.343-15.380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.343-15.380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="343">πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·</l><l n="344">ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν</l><l n="345">ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l><l n="346">νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l><l n="347">εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l><l n="348">πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l><l n="349">ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="350">ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="352">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="353">Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ</l><l n="354">θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·</l><l n="355">ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο</l><l n="356">κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα</l><l n="357">ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.</l><l n="358">ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,</l><l n="359">λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε</l><l n="360">ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.</l><l n="361">ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,</l><l n="362">τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="363">οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,</l><l n="364">θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·</l><l n="365">τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.</l><l n="366">αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,</l><l n="367">τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,</l><l n="368">αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη</l><l n="369">καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα</l><l n="370">ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.</l><l n="371">νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ</l><l n="372">ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·</l><l n="373">τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.</l><l n="374">ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι</l><l n="375">οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,</l><l n="376">ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν</l><l n="377">ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι</l><l n="378">καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι</l><l n="379">ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>