<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.316-15.349</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.316-15.349</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="316">εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.</l><l n="317">αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.</l><l n="318">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="319">Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων</l><l n="320">ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,</l><l n="321">δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,</l><l n="322">πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,</l><l n="323">δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,</l><l n="324">οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.</l></q><l n="325"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="326">ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="327">ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.</l><l n="328">εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,</l><l n="329">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="330">οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,</l><l n="331">ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,</l><l n="332">αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,</l><l n="333">οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι</l><l n="334">σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.</l><l n="335">ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,</l><l n="336">οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.</l><l n="337">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="338">κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,</l><l n="339">πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.</l></q><milestone n="340" unit="card" ed="p"/><l n="340"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="341">αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="342">ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.</l><l n="343">πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·</l><l n="344">ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν</l><l n="345">ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l><l n="346">νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l><l n="347">εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l><l n="348">πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l><l n="349">ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>