<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.304-15.332</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.304-15.332</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="304">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="305">ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι</l><l n="306">αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·</l><q type="unspecified"><l n="307"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες
                     ἑταῖροι·</l><l n="308">ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι</l><l n="309">πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.</l><l n="310">ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον</l><l n="311">ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ</l><l n="312">πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.</l><l n="313">καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="314">ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,</l><l n="315">καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,</l><l n="316">εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.</l><l n="317">αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.</l><l n="318">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="319">Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων</l><l n="320">ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,</l><l n="321">δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,</l><l n="322">πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,</l><l n="323">δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,</l><l n="324">οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.</l></q><l n="325"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="326">ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="327">ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.</l><l n="328">εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,</l><l n="329">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="330">οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,</l><l n="331">ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,</l><l n="332">αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>