<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.275-15.303</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.275-15.303</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l><l n="276">φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.</l><l n="277">ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,</l><l n="278">μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.</l></q><l n="279"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="280">οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,</l><l n="281">ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.</l></q><l n="282"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="283">καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·</l><l n="284">ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.</l><l n="285">ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ</l><l n="286">εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="287">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="288">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.</l><l n="289">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="290">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="291">ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.</l><l n="292">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="293">λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα</l><l n="294">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="295">βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.</l><l n="296"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="297">ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ</l><l n="298">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="299">ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,</l><l n="300">ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.</l><milestone n="301" unit="card" ed="p"/><l n="301"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="302">δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.</l><l n="303">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>