<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.270-15.348</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.270-15.348</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="270">ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.</l></q><l n="271"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="272">οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς</l><l n="273">ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε</l><l n="274">Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.</l><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l><l n="276">φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.</l><l n="277">ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,</l><l n="278">μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.</l></q><l n="279"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="280">οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,</l><l n="281">ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.</l></q><l n="282"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="283">καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·</l><l n="284">ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.</l><l n="285">ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ</l><l n="286">εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="287">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="288">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.</l><l n="289">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="290">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="291">ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.</l><l n="292">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="293">λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα</l><l n="294">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="295">βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.</l><l n="296"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="297">ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ</l><l n="298">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="299">ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,</l><l n="300">ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.</l><milestone n="301" unit="card" ed="p"/><l n="301"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="302">δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.</l><l n="303">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="304">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="305">ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι</l><l n="306">αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·</l><q type="unspecified"><l n="307"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες
                     ἑταῖροι·</l><l n="308">ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι</l><l n="309">πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.</l><l n="310">ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον</l><l n="311">ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ</l><l n="312">πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.</l><l n="313">καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="314">ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,</l><l n="315">καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,</l><l n="316">εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.</l><l n="317">αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.</l><l n="318">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="319">Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων</l><l n="320">ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,</l><l n="321">δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,</l><l n="322">πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,</l><l n="323">δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,</l><l n="324">οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.</l></q><l n="325"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="326">ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="327">ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.</l><l n="328">εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,</l><l n="329">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="330">οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,</l><l n="331">ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,</l><l n="332">αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,</l><l n="333">οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι</l><l n="334">σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.</l><l n="335">ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,</l><l n="336">οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.</l><l n="337">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="338">κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,</l><l n="339">πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.</l></q><milestone n="340" unit="card" ed="p"/><l n="340"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="341">αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="342">ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.</l><l n="343">πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·</l><l n="344">ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν</l><l n="345">ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l><l n="346">νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l><l n="347">εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l><l n="348">πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>