<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.265-15.536</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.265-15.536</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="265">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="266">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="267">ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,</l><l n="268">εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.</l><l n="269">τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν</l><l n="270">ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.</l></q><l n="271"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="272">οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς</l><l n="273">ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε</l><l n="274">Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.</l><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l><l n="276">φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.</l><l n="277">ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,</l><l n="278">μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.</l></q><l n="279"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="280">οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,</l><l n="281">ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.</l></q><l n="282"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="283">καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·</l><l n="284">ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.</l><l n="285">ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ</l><l n="286">εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="287">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="288">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.</l><l n="289">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="290">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="291">ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.</l><l n="292">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="293">λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα</l><l n="294">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="295">βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.</l><l n="296"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="297">ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ</l><l n="298">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="299">ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,</l><l n="300">ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.</l><milestone n="301" unit="card" ed="p"/><l n="301"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="302">δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.</l><l n="303">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="304">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="305">ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι</l><l n="306">αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·</l><q type="unspecified"><l n="307"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες
                     ἑταῖροι·</l><l n="308">ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι</l><l n="309">πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.</l><l n="310">ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον</l><l n="311">ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ</l><l n="312">πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.</l><l n="313">καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="314">ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,</l><l n="315">καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,</l><l n="316">εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.</l><l n="317">αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.</l><l n="318">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="319">Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων</l><l n="320">ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,</l><l n="321">δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,</l><l n="322">πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,</l><l n="323">δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,</l><l n="324">οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.</l></q><l n="325"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="326">ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="327">ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.</l><l n="328">εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,</l><l n="329">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="330">οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,</l><l n="331">ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,</l><l n="332">αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,</l><l n="333">οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι</l><l n="334">σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.</l><l n="335">ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,</l><l n="336">οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.</l><l n="337">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="338">κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,</l><l n="339">πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.</l></q><milestone n="340" unit="card" ed="p"/><l n="340"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="341">αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="342">ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.</l><l n="343">πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·</l><l n="344">ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν</l><l n="345">ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l><l n="346">νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l><l n="347">εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l><l n="348">πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l><l n="349">ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="350">ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="352">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="353">Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ</l><l n="354">θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·</l><l n="355">ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο</l><l n="356">κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα</l><l n="357">ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.</l><l n="358">ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,</l><l n="359">λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε</l><l n="360">ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.</l><l n="361">ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,</l><l n="362">τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="363">οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,</l><l n="364">θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·</l><l n="365">τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.</l><l n="366">αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,</l><l n="367">τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,</l><l n="368">αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη</l><l n="369">καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα</l><l n="370">ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.</l><l n="371">νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ</l><l n="372">ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·</l><l n="373">τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.</l><l n="374">ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι</l><l n="375">οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,</l><l n="376">ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν</l><l n="377">ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι</l><l n="378">καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι</l><l n="379">ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="381">ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,</l><l n="382">πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.</l><l n="383">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="384">ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,</l><l n="385">ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="386">ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν</l><l n="387">ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν</l><l n="388">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="389"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="390">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="391">σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον</l><l n="392">ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,</l><l n="393">ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,</l><l n="394">πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.</l><l n="395">τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,</l><l n="396">εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="397">δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.</l><l n="398">νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε</l><l n="399">κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,</l><l n="400">μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,</l><l n="401">ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.</l><l n="402">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="403"><milestone unit="para" ed="P"/>νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,</l><l n="404">Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,</l><l n="405">οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,</l><l n="406">εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.</l><l n="407">πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη</l><l n="408">νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·</l><l n="409">ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,</l><l n="410">ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν</l><l n="411">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.</l><l n="412">ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·</l><l n="413">τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,</l><l n="414">Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.</l><milestone n="415" unit="card" ed="p"/><l n="415"><milestone unit="para" ed="P"/>ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,</l><l n="416">τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.</l><l n="417">ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,</l><l n="418">καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·</l><l n="419">τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.</l><l n="420">πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ</l><l n="421">εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει</l><l n="422">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l><l n="423">εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·</l><l n="424">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·</l><q type="unspecified"><l n="425"><milestone unit="para" ed="P"/>ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,</l><l n="426">κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·</l><l n="427">ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες</l><l n="428">ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες</l><l n="429">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο
                     λάθρη·</l><q type="unspecified"><l n="431">ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,</l><l n="432">ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ</l><l n="433">αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.</l></q><l n="434"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο
                     μύθῳ·</l><q type="unspecified"><l n="435">εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,</l><l n="436">ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.</l></q><l n="437"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς
                     ἐκέλευεν.</l><l n="438">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="439">τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν</l><l n="441">ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,</l><l n="442">ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι</l><l n="443">ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ</l><l n="444">δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.</l><l n="445">ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.</l><l n="446">ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,</l><l n="447">ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·</l><l n="448">οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·</l><l n="449">καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.</l><l n="450">παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,</l><l n="451">κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·</l><l n="452">τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον</l><l n="453">ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.</l></q><milestone n="454" unit="card" ed="p"/><l n="454"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,</l><l n="455">οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες</l><l n="456">ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.</l><l n="457">ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,</l><l n="458">καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.</l><l n="459">ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς</l><l n="460">χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.</l><l n="461">τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ</l><l n="462">χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,</l><l n="463">ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.</l><l n="464">ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,</l><l n="465">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.</l><l n="466">εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας</l><l n="467">ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.</l><l n="468">οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,</l><l n="469">ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ</l><l n="470">ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.</l><l n="471">δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="472">ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,</l><l n="473">ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.</l><l n="474">οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="475">νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.</l><l n="476">ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·</l><l n="477">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="478">τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="479">ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.</l><l n="480">καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι</l><l n="481">ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·</l><l n="482">τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,</l><l n="483">ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="484">οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.</l></q><l n="485">τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="486">Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας</l><l n="487">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.</l><l n="488">ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε</l><l n="489">Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας</l><l n="490">ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε</l><l n="491">ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε</l><l n="492">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.</l></q><milestone n="493" unit="card" ed="p"/><l n="493"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="494">καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·</l><l n="495">αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου</l><l n="496">Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν</l><l n="497">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·</l><l n="498">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="499">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="500">δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.</l><l n="501">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="502">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="503"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,</l><l n="504">αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·</l><l n="505">ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.</l><l n="506">ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,</l><l n="507">δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.</l></q><l n="508"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="509">πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι</l><l n="510">ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;</l><l n="511">ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="513">ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην</l><l n="514">ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ</l><l n="515">χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ</l><l n="516">ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ</l><l n="517">φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.</l><l n="518">ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,</l><l n="519">Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,</l><l n="520">τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·</l><l n="521">καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα</l><l n="522">μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.</l><l n="523">ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,</l><l n="524">εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.</l></q><milestone n="525" unit="card" ed="p"/><l n="525"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="526">κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι</l><l n="527">τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε</l><l n="528">μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.</l><l n="529">τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας</l><l n="530">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις</l><l n="532">ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.</l><l n="533">ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο</l><l n="534">ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.</l></q><l n="535">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="536">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>