<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.225-15.303</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.225-15.303</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="231">εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο</l><l n="232">δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων</l><l n="233">εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,</l><l n="234">τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.</l><l n="235">ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους</l><l n="236">ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς</l><l n="237">ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα</l><l n="238">ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,</l><l n="239">Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν</l><l n="240">ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν</l><l n="241">ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,</l><l n="242">γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.</l><l n="243">Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,</l><l n="244">αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,</l><l n="245">ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων</l><l n="246">παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,</l><l n="247">ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.</l><l n="248">τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.</l><l n="249">Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·</l><l n="250">ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς</l><l n="251">κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·</l><l n="252">αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων</l><l n="253">θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·</l><l n="254">ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,</l><l n="255">ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.</l><l n="256"><milestone unit="para" ed="P"/>τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ
                  ἦεν,</l><l n="257">ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν</l><l n="258">σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,</l><l n="259">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="260"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="261">λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα</l><l n="262">σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,</l><l n="263">εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·</l><l n="264">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="266">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="267">ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,</l><l n="268">εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.</l><l n="269">τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν</l><l n="270">ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.</l></q><l n="271"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="272">οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς</l><l n="273">ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε</l><l n="274">Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.</l><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l><l n="276">φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.</l><l n="277">ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,</l><l n="278">μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.</l></q><l n="279"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="280">οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,</l><l n="281">ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.</l></q><l n="282"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="283">καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·</l><l n="284">ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.</l><l n="285">ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ</l><l n="286">εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="287">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="288">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.</l><l n="289">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="290">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="291">ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.</l><l n="292">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="293">λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα</l><l n="294">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="295">βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.</l><l n="296"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="297">ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ</l><l n="298">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="299">ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,</l><l n="300">ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.</l><milestone n="301" unit="card" ed="p"/><l n="301"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="302">δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.</l><l n="303">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>