<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.22-15.145</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.22-15.145</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="22">παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο</l><l n="23">οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.</l><l n="24">ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα</l><l n="25">δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,</l><l n="26">εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.</l><l n="27">ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.</l><l n="28">μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν</l><l n="29">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.</l><l n="30">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="31">ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει</l><l n="32">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="33">ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,</l><l n="34">νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν</l><l n="35">ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.</l><l n="36">αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,</l><l n="37">νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,</l><l n="38">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="39">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.</l><l n="40">ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω</l><l n="41">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="42">οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="44">αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν</l><l n="45">λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="46"><milestone unit="para" ed="P"/>ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους</l><l n="47">ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.</l></q><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="49">Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο</l><l n="50">νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.</l><l n="51">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ</l><l n="52">ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,</l><l n="53">καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.</l><l n="54">τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα</l><l n="55">ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.</l></q><l n="56"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="57">ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="58">ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.</l><l n="59">τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,</l><l n="60">σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα</l><l n="61">δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις</l><l n="62">ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα</l><l n="63">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="65">ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="66">ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.</l></q><l n="67"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·</l><q type="unspecified"><l n="68">Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω</l><l n="69">ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ</l><l n="70">ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,</l><l n="71">ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.</l><l n="72">ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι</l><l n="73">ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.</l><l n="74">χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.</l><l n="75">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω</l><l n="76">καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ</l><l n="77">δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.</l><l n="78">ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,</l><l n="79">δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.</l><l n="80">εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,</l><l n="81">ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,</l><l n="82">ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας</l><l n="83">αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,</l><l n="84">ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,</l><l n="85">ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.</l></q><l n="86"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="87">Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="88">βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν</l><l n="89">οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·</l><l n="90">μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,</l><l n="91">ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.</l></q><milestone n="92" unit="card" ed="p"/><l n="92"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="93">αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε</l><l n="94">δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.</l><l n="95">ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,</l><l n="96">ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·</l><l n="97">τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="98">ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.</l><l n="99">αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="100">οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.</l><l n="101">ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,</l><l n="102">Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,</l><l n="103">υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν</l><l n="104">ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,</l><l n="105">ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.</l><l n="106">τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,</l><l n="107">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="108">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="109">βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο</l><l n="110">Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="111">Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,</l><l n="112">ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.</l><l n="113">δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="114">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.</l><l n="115">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="116">ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="117">ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="118">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="119">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="120">ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον</l><l n="121">ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν</l><l n="122">θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,</l><l n="123">ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος</l><l n="124">πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="125"><milestone unit="para" ed="P"/>δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο
                     δίδωμι,</l><l n="126">μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,</l><l n="127">σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ</l><l n="128">κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο</l><l n="129">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="130" unit="card" ed="p"/><l n="130"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.</l><l n="131">καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως</l><l n="132">δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·</l><l n="133">τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.</l><l n="134">ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.</l><l n="135">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="136">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="137">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="138">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·</l><l n="139">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="140">πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·</l><l n="141">οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.</l><l n="142">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="143">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="144">δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="145">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>