<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.214-15.247</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.214-15.247</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="214">ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους</l><l n="216">ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.</l><l n="217">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·</l><q type="unspecified"><l n="218">ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,</l><l n="219">αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="221">αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><milestone n="222" unit="card" ed="p"/><l n="222"><milestone unit="para" ed="P"/>ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ</l><l n="223">νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ</l><l n="224">τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,</l><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="231">εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο</l><l n="232">δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων</l><l n="233">εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,</l><l n="234">τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.</l><l n="235">ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους</l><l n="236">ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς</l><l n="237">ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα</l><l n="238">ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,</l><l n="239">Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν</l><l n="240">ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν</l><l n="241">ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,</l><l n="242">γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.</l><l n="243">Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,</l><l n="244">αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,</l><l n="245">ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων</l><l n="246">παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,</l><l n="247">ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>