<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.202-15.230</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.202-15.230</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="202"><milestone unit="para" ed="P"/>ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,</l><l n="203">ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.</l><l n="204">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="205">στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,</l><l n="206">νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,</l><l n="207">ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·</l><l n="208">καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας
                     ἑταίρους,</l><l n="210">πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.</l><l n="211">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="212">οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,</l><l n="213">ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι</l><l n="214">ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους</l><l n="216">ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.</l><l n="217">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·</l><q type="unspecified"><l n="218">ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,</l><l n="219">αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="221">αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><milestone n="222" unit="card" ed="p"/><l n="222"><milestone unit="para" ed="P"/>ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ</l><l n="223">νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ</l><l n="224">τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,</l><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>