<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.191-16.118</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.191-16.118</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="191">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="192">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.</l><l n="193">αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·</l><l n="194">καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας</l><l n="196">μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι</l><l n="197">ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·</l><l n="198">ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.</l><l n="199">μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,</l><l n="200">μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ</l><l n="201">ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.</l></q><l n="202"><milestone unit="para" ed="P"/>ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,</l><l n="203">ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.</l><l n="204">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="205">στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,</l><l n="206">νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,</l><l n="207">ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·</l><l n="208">καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας
                     ἑταίρους,</l><l n="210">πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.</l><l n="211">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="212">οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,</l><l n="213">ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι</l><l n="214">ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους</l><l n="216">ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.</l><l n="217">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·</l><q type="unspecified"><l n="218">ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,</l><l n="219">αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="221">αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><milestone n="222" unit="card" ed="p"/><l n="222"><milestone unit="para" ed="P"/>ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ</l><l n="223">νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ</l><l n="224">τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,</l><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="231">εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο</l><l n="232">δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων</l><l n="233">εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,</l><l n="234">τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.</l><l n="235">ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους</l><l n="236">ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς</l><l n="237">ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα</l><l n="238">ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,</l><l n="239">Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν</l><l n="240">ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν</l><l n="241">ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,</l><l n="242">γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.</l><l n="243">Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,</l><l n="244">αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,</l><l n="245">ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων</l><l n="246">παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,</l><l n="247">ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.</l><l n="248">τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.</l><l n="249">Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·</l><l n="250">ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς</l><l n="251">κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·</l><l n="252">αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων</l><l n="253">θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·</l><l n="254">ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,</l><l n="255">ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.</l><l n="256"><milestone unit="para" ed="P"/>τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ
                  ἦεν,</l><l n="257">ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν</l><l n="258">σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,</l><l n="259">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="260"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="261">λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα</l><l n="262">σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,</l><l n="263">εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·</l><l n="264">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="266">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="267">ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,</l><l n="268">εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.</l><l n="269">τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν</l><l n="270">ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.</l></q><l n="271"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="272">οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς</l><l n="273">ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε</l><l n="274">Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.</l><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l><l n="276">φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.</l><l n="277">ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,</l><l n="278">μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.</l></q><l n="279"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="280">οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,</l><l n="281">ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.</l></q><l n="282"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,</l><l n="283">καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·</l><l n="284">ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.</l><l n="285">ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ</l><l n="286">εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="287">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="288">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.</l><l n="289">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="290">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="291">ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.</l><l n="292">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="293">λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα</l><l n="294">νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.</l><l n="295">βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.</l><l n="296"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="297">ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ</l><l n="298">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.</l><l n="299">ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,</l><l n="300">ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.</l><milestone n="301" unit="card" ed="p"/><l n="301"><milestone unit="para" ed="P"/>τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="302">δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.</l><l n="303">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="304">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="305">ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι</l><l n="306">αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·</l><q type="unspecified"><l n="307"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες
                     ἑταῖροι·</l><l n="308">ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι</l><l n="309">πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.</l><l n="310">ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον</l><l n="311">ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ</l><l n="312">πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.</l><l n="313">καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="314">ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,</l><l n="315">καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,</l><l n="316">εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.</l><l n="317">αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.</l><l n="318">ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="319">Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων</l><l n="320">ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,</l><l n="321">δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,</l><l n="322">πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,</l><l n="323">δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,</l><l n="324">οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.</l></q><l n="325"><milestone unit="para" ed="P"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="326">ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="327">ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.</l><l n="328">εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,</l><l n="329">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="330">οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,</l><l n="331">ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,</l><l n="332">αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,</l><l n="333">οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι</l><l n="334">σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.</l><l n="335">ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,</l><l n="336">οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.</l><l n="337">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="338">κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,</l><l n="339">πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.</l></q><milestone n="340" unit="card" ed="p"/><l n="340"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="341">αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="342">ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.</l><l n="343">πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·</l><l n="344">ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν</l><l n="345">ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.</l><l n="346">νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,</l><l n="347">εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο</l><l n="348">πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,</l><l n="349">ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,</l><l n="350">ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.</l></q><l n="351"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="352">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="353">Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ</l><l n="354">θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·</l><l n="355">ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο</l><l n="356">κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα</l><l n="357">ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.</l><l n="358">ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,</l><l n="359">λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε</l><l n="360">ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.</l><l n="361">ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,</l><l n="362">τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="363">οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,</l><l n="364">θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·</l><l n="365">τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.</l><l n="366">αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,</l><l n="367">τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,</l><l n="368">αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη</l><l n="369">καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα</l><l n="370">ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.</l><l n="371">νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ</l><l n="372">ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·</l><l n="373">τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.</l><l n="374">ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι</l><l n="375">οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,</l><l n="376">ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν</l><l n="377">ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι</l><l n="378">καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι</l><l n="379">ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.</l></q><milestone n="380" unit="card" ed="p"/><l n="380"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="381">ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,</l><l n="382">πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.</l><l n="383">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,</l><l n="384">ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,</l><l n="385">ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,</l><l n="386">ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν</l><l n="387">ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν</l><l n="388">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="389"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="390">ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,</l><l n="391">σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον</l><l n="392">ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,</l><l n="393">ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,</l><l n="394">πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.</l><l n="395">τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,</l><l n="396">εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι</l><l n="397">δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.</l><l n="398">νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε</l><l n="399">κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,</l><l n="400">μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,</l><l n="401">ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.</l><l n="402">τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="403"><milestone unit="para" ed="P"/>νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,</l><l n="404">Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,</l><l n="405">οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,</l><l n="406">εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.</l><l n="407">πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη</l><l n="408">νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·</l><l n="409">ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,</l><l n="410">ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν</l><l n="411">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.</l><l n="412">ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·</l><l n="413">τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,</l><l n="414">Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.</l><milestone n="415" unit="card" ed="p"/><l n="415"><milestone unit="para" ed="P"/>ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,</l><l n="416">τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.</l><l n="417">ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,</l><l n="418">καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·</l><l n="419">τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.</l><l n="420">πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ</l><l n="421">εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει</l><l n="422">θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.</l><l n="423">εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·</l><l n="424">ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·</l><q type="unspecified"><l n="425"><milestone unit="para" ed="P"/>ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,</l><l n="426">κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·</l><l n="427">ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες</l><l n="428">ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες</l><l n="429">τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.</l></q><l n="430"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο
                     λάθρη·</l><q type="unspecified"><l n="431">ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,</l><l n="432">ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ</l><l n="433">αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.</l></q><l n="434"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο
                     μύθῳ·</l><q type="unspecified"><l n="435">εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,</l><l n="436">ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.</l></q><l n="437"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς
                     ἐκέλευεν.</l><l n="438">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="439">τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν</l><l n="441">ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,</l><l n="442">ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι</l><l n="443">ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ</l><l n="444">δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.</l><l n="445">ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.</l><l n="446">ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,</l><l n="447">ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·</l><l n="448">οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·</l><l n="449">καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.</l><l n="450">παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,</l><l n="451">κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·</l><l n="452">τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον</l><l n="453">ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.</l></q><milestone n="454" unit="card" ed="p"/><l n="454"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,</l><l n="455">οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες</l><l n="456">ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.</l><l n="457">ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,</l><l n="458">καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.</l><l n="459">ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς</l><l n="460">χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.</l><l n="461">τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ</l><l n="462">χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,</l><l n="463">ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.</l><l n="464">ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,</l><l n="465">ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.</l><l n="466">εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας</l><l n="467">ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.</l><l n="468">οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,</l><l n="469">ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ</l><l n="470">ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.</l><l n="471">δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="472">ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,</l><l n="473">ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.</l><l n="474">οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="475">νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.</l><l n="476">ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·</l><l n="477">ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,</l><l n="478">τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,</l><l n="479">ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.</l><l n="480">καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι</l><l n="481">ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·</l><l n="482">τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,</l><l n="483">ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="484">οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.</l></q><l n="485">τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·</l><q type="unspecified"><l n="486">Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας</l><l n="487">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.</l><l n="488">ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε</l><l n="489">Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας</l><l n="490">ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε</l><l n="491">ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε</l><l n="492">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.</l></q><milestone n="493" unit="card" ed="p"/><l n="493"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="494">καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·</l><l n="495">αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου</l><l n="496">Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν</l><l n="497">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·</l><l n="498">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="499">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="500">δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.</l><l n="501">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="502">τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="503"><milestone unit="para" ed="P"/>ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,</l><l n="504">αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·</l><l n="505">ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.</l><l n="506">ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,</l><l n="507">δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.</l></q><l n="508"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="509">πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι</l><l n="510">ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;</l><l n="511">ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="513">ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην</l><l n="514">ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ</l><l n="515">χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ</l><l n="516">ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ</l><l n="517">φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.</l><l n="518">ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,</l><l n="519">Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,</l><l n="520">τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·</l><l n="521">καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα</l><l n="522">μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.</l><l n="523">ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,</l><l n="524">εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.</l></q><milestone n="525" unit="card" ed="p"/><l n="525"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="526">κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι</l><l n="527">τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε</l><l n="528">μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.</l><l n="529">τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας</l><l n="530">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="531"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς
                     ὄρνις</l><l n="532">ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.</l><l n="533">ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο</l><l n="534">ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.</l></q><l n="535">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="536">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="537">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="538">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l></q><l n="539"><milestone unit="para" ed="P"/>ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·</l><q type="unspecified"><l n="540">Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα</l><l n="541">πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·</l><l n="542">καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν</l><l n="543">ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.</l></q><l n="544"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="545">Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,</l><l n="546">τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.</l></q><l n="547"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους</l><l n="548">αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.</l><l n="549">οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><l n="550">Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,</l><l n="551">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="552">νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.</l><l n="553">οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε</l><l n="554">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><l n="555">τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="556">ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης</l><l n="557">ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,</l></div><div n="16" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς</l><l n="2">ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,</l><l n="3">ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·</l><l n="4">Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,</l><l n="5">οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς</l><l n="6">σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.</l><l n="7">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="8"><milestone unit="para" ed="P"/>Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ
                     ἑταῖρος</l><l n="9">ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,</l><l n="10">ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.</l></q><l n="11"><milestone unit="para" ed="P"/>οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς</l><l n="12">ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,</l><l n="13">ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,</l><l n="14">κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,</l><l n="15">κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ</l><l n="16">χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.</l><l n="17">ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ</l><l n="18">ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,</l><l n="19">μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,</l><l n="20">ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς</l><l n="21">πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·</l><l n="22">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="23"><milestone unit="para" ed="P"/>ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ
                     γε</l><l n="24">ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.</l><l n="25">ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ</l><l n="26">τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.</l><l n="27">οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,</l><l n="28">ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,</l><l n="29">ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.</l></q><l n="30">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="31">ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,</l><l n="32">ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,</l><l n="33">ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη</l><l n="34">ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ</l><l n="35">χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="37">καὶ λίην κείνη γε μένει τετληότι θυμῷ</l><l n="38">σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ</l><l n="39">φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.</l></q><l n="40">ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·</l><l n="41">αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.</l><l n="42">τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·</l><l n="43">Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="44"><milestone unit="para" ed="P"/>ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν
                     ἕδρην</l><l n="45">σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.</l></q><milestone n="46" unit="card" ed="p"/><l n="46"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ
                  συβώτης.</l><l n="47">χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·</l><l n="48">ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.</l><l n="49">τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης</l><l n="50">ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,</l><l n="51">σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,</l><l n="52">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·</l><l n="53">αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.</l><l n="54">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="55">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="56">δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="57"><milestone unit="para" ed="P"/>ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ
                     ναῦται</l><l n="58">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="59">οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><l n="60"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="61">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="62">ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,</l><l n="63">φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι</l><l n="64">πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.</l><l n="65">νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς</l><l n="66">ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·</l><l n="67">ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.</l></q><l n="68"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="69">Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·</l><l n="70">πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;</l><l n="71">αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="72">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·</l><l n="73">μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="74">ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,</l><l n="75">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="76">ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="77">μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.</l><l n="78">ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,</l><l n="79">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,</l><l n="80">δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,</l><l n="81">πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.</l><l n="82">εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·</l><l n="83">εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα</l><l n="84">ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.</l><l n="85">κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι</l><l n="86">ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·</l><l n="87">μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.</l><l n="88">πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα</l><l n="89">ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.</l></q><milestone n="90" unit="card" ed="p"/><l n="90">τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="91">ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,</l><l n="92">ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,</l><l n="93">οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι</l><l n="94">ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.</l><l n="95">εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="96">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,</l><l n="97">ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ</l><l n="98">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="99">αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,</l><l n="100">ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·</l><l n="102">αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,</l><l n="103">εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,</l><l n="104">ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l><l n="105">εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,</l><l n="106">βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι</l><l n="107">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="108">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="109">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,</l><l n="110">καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας</l><l n="111">μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.</l></q><l n="112"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="113">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="114">οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,</l><l n="115">οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ</l><l n="116">μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.</l><l n="117">ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·</l><l n="118">μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>