<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.173-15.201</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.173-15.201</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="173">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.</l><l n="174">ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ</l><l n="175">ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,</l><l n="176">ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="177">οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη</l><l n="178">οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.</l></q><milestone n="179" unit="card" ed="p"/><l n="179"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="180">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·</l><l n="181">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα</l><l n="183">ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.</l><l n="184">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="185">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="186">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="187">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="188">ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="189"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="190">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l><l n="191">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="192">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.</l><l n="193">αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·</l><l n="194">καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας</l><l n="196">μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι</l><l n="197">ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·</l><l n="198">ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.</l><l n="199">μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,</l><l n="200">μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ</l><l n="201">ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>