<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.155-15.275</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.155-15.275</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="155">καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,</l><l n="156">πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς</l><l n="157">νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,</l><l n="158">εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης</l><l n="159">ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="161">αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,</l><l n="162">ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο</l><l n="163">ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν</l><l n="164">δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες</l><l n="165">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="166">τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="168">ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.</l></q><l n="169"><milestone unit="para" ed="P"/>ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,</l><l n="170">ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.</l><l n="171">τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ
                     θυμῷ</l><l n="173">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.</l><l n="174">ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ</l><l n="175">ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,</l><l n="176">ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="177">οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη</l><l n="178">οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.</l></q><milestone n="179" unit="card" ed="p"/><l n="179"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="180">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·</l><l n="181">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα</l><l n="183">ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.</l><l n="184">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="185">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="186">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="187">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="188">ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="189"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="190">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l><l n="191">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="192">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.</l><l n="193">αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·</l><l n="194">καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας</l><l n="196">μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι</l><l n="197">ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·</l><l n="198">ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.</l><l n="199">μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,</l><l n="200">μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ</l><l n="201">ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.</l></q><l n="202"><milestone unit="para" ed="P"/>ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,</l><l n="203">ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.</l><l n="204">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="205">στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,</l><l n="206">νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,</l><l n="207">ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·</l><l n="208">καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας
                     ἑταίρους,</l><l n="210">πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.</l><l n="211">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="212">οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,</l><l n="213">ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι</l><l n="214">ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους</l><l n="216">ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.</l><l n="217">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·</l><q type="unspecified"><l n="218">ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,</l><l n="219">αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="221">αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><milestone n="222" unit="card" ed="p"/><l n="222"><milestone unit="para" ed="P"/>ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ</l><l n="223">νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ</l><l n="224">τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,</l><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="231">εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο</l><l n="232">δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων</l><l n="233">εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,</l><l n="234">τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.</l><l n="235">ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους</l><l n="236">ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς</l><l n="237">ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα</l><l n="238">ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,</l><l n="239">Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν</l><l n="240">ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν</l><l n="241">ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,</l><l n="242">γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.</l><l n="243">Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,</l><l n="244">αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,</l><l n="245">ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων</l><l n="246">παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,</l><l n="247">ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.</l><l n="248">τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.</l><l n="249">Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·</l><l n="250">ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς</l><l n="251">κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·</l><l n="252">αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων</l><l n="253">θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·</l><l n="254">ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,</l><l n="255">ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.</l><l n="256"><milestone unit="para" ed="P"/>τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ
                  ἦεν,</l><l n="257">ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν</l><l n="258">σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,</l><l n="259">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="260"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,</l><l n="261">λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα</l><l n="262">σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,</l><l n="263">εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·</l><l n="264">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><milestone n="265" unit="card" ed="p"/><l n="265">τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="266">τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="267">ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,</l><l n="268">εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.</l><l n="269">τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν</l><l n="270">ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.</l></q><l n="271"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="272">οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς</l><l n="273">ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε</l><l n="274">Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.</l><l n="275">τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>