<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.123-15.156</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.123-15.156</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="123">ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος</l><l n="124">πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="125"><milestone unit="para" ed="P"/>δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο
                     δίδωμι,</l><l n="126">μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,</l><l n="127">σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ</l><l n="128">κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο</l><l n="129">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="130" unit="card" ed="p"/><l n="130"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.</l><l n="131">καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως</l><l n="132">δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·</l><l n="133">τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.</l><l n="134">ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.</l><l n="135">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="136">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="137">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="138">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·</l><l n="139">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="140">πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·</l><l n="141">οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.</l><l n="142">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="143">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="144">δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="145">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l><l n="146">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="147">τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,</l><l n="148">οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,</l><l n="149">ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.</l><l n="150">στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν</l><l n="152">εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,</l><l n="153">ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.</l></q><l n="154"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="155">καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,</l><l n="156">πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>