<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.110-15.132</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.110-15.132</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="110">Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="111">Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,</l><l n="112">ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.</l><l n="113">δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="114">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.</l><l n="115">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="116">ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="117">ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="118">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="119">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="120">ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον</l><l n="121">ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν</l><l n="122">θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,</l><l n="123">ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος</l><l n="124">πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="125"><milestone unit="para" ed="P"/>δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο
                     δίδωμι,</l><l n="126">μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,</l><l n="127">σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ</l><l n="128">κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο</l><l n="129">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="130" unit="card" ed="p"/><l n="130"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.</l><l n="131">καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως</l><l n="132">δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>