<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.109-15.240</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.109-15.240</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><l n="109">βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο</l><l n="110">Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·</l><q type="unspecified"><l n="111">Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,</l><l n="112">ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.</l><l n="113">δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,</l><l n="114">δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.</l><l n="115">δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ</l><l n="116">ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,</l><l n="117">ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,</l><l n="118">Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε</l><l n="119">κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.</l></q><l n="120">ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον</l><l n="121">ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν</l><l n="122">θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,</l><l n="123">ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος</l><l n="124">πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="125"><milestone unit="para" ed="P"/>δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο
                     δίδωμι,</l><l n="126">μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,</l><l n="127">σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ</l><l n="128">κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο</l><l n="129">οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.</l></q><milestone n="130" unit="card" ed="p"/><l n="130"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.</l><l n="131">καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως</l><l n="132">δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·</l><l n="133">τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.</l><l n="134">ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.</l><l n="135">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="136">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="137">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="138">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·</l><l n="139">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·</l><l n="140">πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·</l><l n="141">οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.</l><l n="142">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="143">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="144">δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς</l><l n="145">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l><l n="146">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.</l><l n="147">τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,</l><l n="148">οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,</l><l n="149">ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.</l><l n="150">στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·</l><q type="unspecified"><l n="151"><milestone unit="para" ed="P"/>χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν</l><l n="152">εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,</l><l n="153">ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.</l></q><l n="154"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="155">καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,</l><l n="156">πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς</l><l n="157">νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,</l><l n="158">εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης</l><l n="159">ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.</l></q><l n="160"><milestone unit="para" ed="P"/>ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,</l><l n="161">αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,</l><l n="162">ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο</l><l n="163">ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν</l><l n="164">δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες</l><l n="165">γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.</l><l n="166">τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·</l><q type="unspecified"><l n="167"><milestone unit="para" ed="P"/>φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="168">ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.</l></q><l n="169"><milestone unit="para" ed="P"/>ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,</l><l n="170">ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.</l><l n="171">τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·</l><q type="unspecified"><l n="172"><milestone unit="para" ed="P"/>κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ
                     θυμῷ</l><l n="173">ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.</l><l n="174">ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ</l><l n="175">ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,</l><l n="176">ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς</l><l n="177">οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη</l><l n="178">οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.</l></q><milestone n="179" unit="card" ed="p"/><l n="179"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="180">οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·</l><l n="181">τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.</l></q><l n="182"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα</l><l n="183">ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.</l><l n="184">οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.</l><l n="185">δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·</l><l n="186">ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,</l><l n="187">υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.</l><l n="188">ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.</l><l n="189"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="190">ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,</l><l n="191">ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·</l><l n="192">μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.</l><l n="193">αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·</l><l n="194">καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·</l><q type="unspecified"><l n="195"><milestone unit="para" ed="P"/>Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας</l><l n="196">μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι</l><l n="197">ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·</l><l n="198">ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.</l><l n="199">μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,</l><l n="200">μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ</l><l n="201">ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.</l></q><l n="202"><milestone unit="para" ed="P"/>ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,</l><l n="203">ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.</l><l n="204">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·</l><l n="205">στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,</l><l n="206">νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,</l><l n="207">ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·</l><l n="208">καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="209"><milestone unit="para" ed="P"/>σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας
                     ἑταίρους,</l><l n="210">πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.</l><l n="211">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="212">οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,</l><l n="213">ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι</l><l n="214">ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.</l></q><l n="215"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους</l><l n="216">ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.</l><l n="217">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·</l><q type="unspecified"><l n="218">ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,</l><l n="219">αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο,</l><l n="221">αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.</l><milestone n="222" unit="card" ed="p"/><l n="222"><milestone unit="para" ed="P"/>ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ</l><l n="223">νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ</l><l n="224">τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,</l><l n="225">μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,</l><l n="226">ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,</l><l n="227">ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·</l><l n="228">δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων</l><l n="229">Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,</l><l n="230">ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="231">εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο</l><l n="232">δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων</l><l n="233">εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,</l><l n="234">τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.</l><l n="235">ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους</l><l n="236">ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς</l><l n="237">ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα</l><l n="238">ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,</l><l n="239">Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν</l><l n="240">ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>