<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.10-15.43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:15.10-15.43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="15" type="textpart" subtype="book"><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησαι,</l><l n="11">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="12">οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι</l><l n="13">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="14">ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον</l><l n="15">πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.</l><l n="16">ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται</l><l n="17">Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας</l><l n="18">μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·</l><l n="19">μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.</l><l n="20">οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·</l><l n="21">κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,</l><l n="22">παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο</l><l n="23">οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.</l><l n="24">ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα</l><l n="25">δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,</l><l n="26">εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.</l><l n="27">ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.</l><l n="28">μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν</l><l n="29">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.</l><l n="30">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="31">ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει</l><l n="32">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="33">ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,</l><l n="34">νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν</l><l n="35">ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.</l><l n="36">αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,</l><l n="37">νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,</l><l n="38">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="39">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.</l><l n="40">ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω</l><l n="41">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="42">οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>