<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.78-14.99</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.78-14.99</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="78">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,</l><l n="79">αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·</l><q type="unspecified"><l n="80"><milestone unit="para" ed="P"/>ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,</l><l n="81">χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,</l><l n="82">οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.</l><l n="83">οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,</l><l n="84">ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.</l><l n="85">καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης</l><l n="86">ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,</l><l n="87">πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,</l><l n="88">καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.</l><l n="89">οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,</l><l n="90">κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως</l><l n="91">μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι</l><l n="92">κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.</l><l n="93">ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,</l><l n="94">οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·</l><l n="95">οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.</l><l n="96">ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση</l><l n="97">ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης</l><l n="98">οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν</l><l n="99">ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>