<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.57-14.188</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.57-14.188</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="57">ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="58">ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε</l><l n="59">γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν</l><l n="60">αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες</l><l n="61">οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,</l><l n="62">ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,</l><l n="64">οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,</l><l n="63">οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,</l><l n="65">ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,</l><l n="66">ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.</l><l n="67">τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·</l><l n="68">ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι</l><l n="69">πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·</l><l n="70">καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς</l><l n="71">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l></q><milestone n="72" unit="card" ed="p"/><l n="72"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,</l><l n="73">βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.</l><l n="74">ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,</l><l n="75">εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.</l><l n="76">ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ</l><l n="77">θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·</l><l n="78">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,</l><l n="79">αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·</l><q type="unspecified"><l n="80"><milestone unit="para" ed="P"/>ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,</l><l n="81">χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,</l><l n="82">οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.</l><l n="83">οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,</l><l n="84">ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.</l><l n="85">καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης</l><l n="86">ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,</l><l n="87">πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,</l><l n="88">καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.</l><l n="89">οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,</l><l n="90">κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως</l><l n="91">μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι</l><l n="92">κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.</l><l n="93">ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,</l><l n="94">οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·</l><l n="95">οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.</l><l n="96">ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση</l><l n="97">ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης</l><l n="98">οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν</l><l n="99">ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="100">δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,</l><l n="101">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="102">βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.</l><l n="103">ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα</l><l n="104">ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.</l><l n="105">τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,</l><l n="106">ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.</l><l n="107">αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,</l><l n="108">καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.</l></q><milestone n="109" unit="card" ed="p"/><l n="109"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε
                  οἶνον</l><l n="110">ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="111">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="112">καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,</l><l n="113">οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,</l><l n="114">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="115"><milestone unit="para" ed="P"/>ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,</l><l n="116">ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;</l><l n="117">φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.</l><l n="118">εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.</l><l n="119">Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="120">εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.</l></q><l n="121"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="122">ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="123">ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,</l><l n="124">ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται</l><l n="125">ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.</l><l n="126">ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,</l><l n="127">ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·</l><l n="128">ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,</l><l n="129">καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,</l><l n="130">ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.</l><l n="131">αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.</l><l n="132">εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.</l><l n="133">τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ</l><l n="134">ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·</l><l n="135">ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ</l><l n="136">κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.</l><l n="137">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω</l><l n="138">πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="139">ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,</l><l n="140">οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι</l><l n="141">οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.</l><l n="142">οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ</l><l n="143">ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·</l><l n="144">ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.</l><l n="145">τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν</l><l n="146">αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·</l><l n="147">ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.</l></q><milestone n="148" unit="card" ed="p"/><l n="148"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="149">ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα</l><l n="150">κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·</l><l n="151">ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,</l><l n="152">ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω</l><l n="153">αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·</l><l n="154">ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·</l><l n="155">πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.</l><l n="156">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι</l><l n="157">γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.</l><l n="158">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,</l><l n="159">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="160">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="161">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.</l><l n="162">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,</l><l n="163">οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου</l><l n="164">ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="166">ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,</l><l n="167">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος</l><l n="168">πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων</l><l n="169">μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="170">ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.</l><l n="171">ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς</l><l n="172">ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια</l><l n="173">Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.</l><l n="174">νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,</l><l n="175">Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,</l><l n="176">καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα</l><l n="177">πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,</l><l n="178">τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας</l><l n="179">ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="180">ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ</l><l n="181">οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται</l><l n="182">νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.</l><l n="183">ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ</l><l n="184">ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.</l><l n="185">ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες</l><l n="186">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="187">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="188">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>