<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.532-15.27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.532-15.27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="532">βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες</l><l n="533">πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.</l></div><div n="15" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη</l><l n="2">ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν</l><l n="3">νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="4">εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν</l><l n="5">εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,</l><l n="6">ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·</l><l n="7">Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="8">νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.</l><l n="9">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησαι,</l><l n="11">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="12">οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι</l><l n="13">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="14">ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον</l><l n="15">πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.</l><l n="16">ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται</l><l n="17">Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας</l><l n="18">μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·</l><l n="19">μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.</l><l n="20">οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·</l><l n="21">κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,</l><l n="22">παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο</l><l n="23">οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.</l><l n="24">ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα</l><l n="25">δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,</l><l n="26">εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.</l><l n="27">ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>