<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.521-15.66</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.521-15.66</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="521">πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,</l><l n="522">ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.</l><l n="523"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ
                  αὐτὸν</l><l n="524">ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ</l><l n="525">ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,</l><l n="526">ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,</l><l n="527">ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.</l><l n="528">πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,</l><l n="529">ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,</l><l n="530">ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,</l><l n="531">εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.</l><l n="532">βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες</l><l n="533">πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.</l></div><div n="15" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη</l><l n="2">ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν</l><l n="3">νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="4">εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν</l><l n="5">εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,</l><l n="6">ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·</l><l n="7">Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="8">νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.</l><l n="9">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησαι,</l><l n="11">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="12">οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι</l><l n="13">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="14">ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον</l><l n="15">πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.</l><l n="16">ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται</l><l n="17">Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας</l><l n="18">μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·</l><l n="19">μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.</l><l n="20">οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·</l><l n="21">κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,</l><l n="22">παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο</l><l n="23">οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.</l><l n="24">ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα</l><l n="25">δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,</l><l n="26">εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.</l><l n="27">ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.</l><l n="28">μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν</l><l n="29">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.</l><l n="30">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="31">ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει</l><l n="32">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="33">ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,</l><l n="34">νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν</l><l n="35">ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.</l><l n="36">αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,</l><l n="37">νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,</l><l n="38">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="39">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.</l><l n="40">ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω</l><l n="41">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="42">οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="44">αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν</l><l n="45">λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="46"><milestone unit="para" ed="P"/>ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους</l><l n="47">ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.</l></q><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="49">Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο</l><l n="50">νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.</l><l n="51">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ</l><l n="52">ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,</l><l n="53">καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.</l><l n="54">τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα</l><l n="55">ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.</l></q><l n="56"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="57">ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,</l><l n="58">ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.</l><l n="59">τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,</l><l n="60">σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα</l><l n="61">δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις</l><l n="62">ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα</l><l n="63">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·</l><q type="unspecified"><l n="64"><milestone unit="para" ed="P"/>Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,</l><l n="65">ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="66">ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>