<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.509-15.9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.509-15.9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="509">οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·</l><l n="510">τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l><l n="511">ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,</l><l n="512">νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.</l><l n="513">οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες</l><l n="514">ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.</l><l n="515">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="516">αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,</l><l n="517">πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.</l></q><l n="518"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς</l><l n="519">εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.</l><l n="520">ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ</l><l n="521">πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,</l><l n="522">ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.</l><l n="523"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ
                  αὐτὸν</l><l n="524">ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ</l><l n="525">ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,</l><l n="526">ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,</l><l n="527">ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.</l><l n="528">πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,</l><l n="529">ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,</l><l n="530">ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,</l><l n="531">εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.</l><l n="532">βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες</l><l n="533">πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.</l></div><div n="15" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη</l><l n="2">ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν</l><l n="3">νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="4">εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν</l><l n="5">εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,</l><l n="6">ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·</l><l n="7">Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="8">νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.</l><l n="9">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>