<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.47-14.125</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.47-14.125</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="47">εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.</l></q><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,</l><l n="49">εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,</l><l n="50">ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,</l><l n="51">αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς</l><l n="52">ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="53"><milestone unit="para" ed="P"/>Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι</l><l n="54">ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.</l></q><l n="55">τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="56">ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,</l><l n="57">ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="58">ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε</l><l n="59">γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν</l><l n="60">αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες</l><l n="61">οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,</l><l n="62">ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,</l><l n="64">οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,</l><l n="63">οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,</l><l n="65">ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,</l><l n="66">ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.</l><l n="67">τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·</l><l n="68">ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι</l><l n="69">πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·</l><l n="70">καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς</l><l n="71">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l></q><milestone n="72" unit="card" ed="p"/><l n="72"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,</l><l n="73">βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.</l><l n="74">ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,</l><l n="75">εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.</l><l n="76">ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ</l><l n="77">θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·</l><l n="78">ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,</l><l n="79">αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·</l><q type="unspecified"><l n="80"><milestone unit="para" ed="P"/>ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,</l><l n="81">χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,</l><l n="82">οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.</l><l n="83">οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,</l><l n="84">ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.</l><l n="85">καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης</l><l n="86">ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,</l><l n="87">πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,</l><l n="88">καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.</l><l n="89">οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,</l><l n="90">κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως</l><l n="91">μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι</l><l n="92">κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.</l><l n="93">ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,</l><l n="94">οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·</l><l n="95">οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.</l><l n="96">ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση</l><l n="97">ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης</l><l n="98">οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν</l><l n="99">ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="100">δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,</l><l n="101">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν</l><l n="102">βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.</l><l n="103">ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα</l><l n="104">ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.</l><l n="105">τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,</l><l n="106">ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.</l><l n="107">αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,</l><l n="108">καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.</l></q><milestone n="109" unit="card" ed="p"/><l n="109"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε
                  οἶνον</l><l n="110">ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="111">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="112">καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,</l><l n="113">οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,</l><l n="114">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="115"><milestone unit="para" ed="P"/>ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,</l><l n="116">ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;</l><l n="117">φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.</l><l n="118">εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.</l><l n="119">Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="120">εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.</l></q><l n="121"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="122">ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="123">ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,</l><l n="124">ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται</l><l n="125">ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>