<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.453-15.51</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.453-15.51</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="453">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="454">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="455">σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον</l><l n="456">σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.</l><l n="457"><milestone unit="para" ed="P"/>νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς</l><l n="458">πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.</l><l n="459">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="460">εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων</l><l n="461">ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,</l><l n="463">εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει</l><l n="464">ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι</l><l n="465">καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,</l><l n="466">καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.</l><l n="467">ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.</l><l n="468">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,</l><l n="469">ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.</l><l n="470">ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="471">τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.</l><l n="472">ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,</l><l n="473">ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,</l><l n="474">ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες</l><l n="475">κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,</l><l n="476">πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,</l><l n="477">ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.</l><l n="478">ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,</l><l n="479">εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·</l><l n="480">αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον</l><l n="481">ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,</l><l n="482">ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.</l><l n="483">ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="484">καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα</l><l n="485">ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·</l><q type="unspecified"><l n="486"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="487">οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα</l><l n="488">δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων</l><l n="489">οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.</l></q><l n="490"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ
                     θυμῷ,</l><l n="491">οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·</l><l n="492">φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="493">σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.</l></q><milestone n="494" unit="card" ed="p"/><l n="494"><milestone unit="para" ed="P"/>ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε
                     μῦθον·</l><q type="unspecified"><l n="495">κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.</l><l n="496">λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη</l><l n="497">εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,</l><l n="498">εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.</l></q><l n="499"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος
                     υἱός,</l><l n="500">καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,</l><l n="501">βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου</l><l n="502">κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.</l><l n="503">ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·</l><l n="504">δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,</l><l n="505">ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·</l><l n="506">νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.</l></q><l n="507"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="508">ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,</l><l n="509">οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·</l><l n="510">τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,</l><l n="511">ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,</l><l n="512">νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.</l><l n="513">οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες</l><l n="514">ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.</l><l n="515">αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,</l><l n="516">αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,</l><l n="517">πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.</l></q><l n="518"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς</l><l n="519">εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.</l><l n="520">ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ</l><l n="521">πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,</l><l n="522">ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.</l><l n="523"><milestone unit="para" ed="P"/>ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ
                  αὐτὸν</l><l n="524">ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ</l><l n="525">ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,</l><l n="526">ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,</l><l n="527">ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.</l><l n="528">πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,</l><l n="529">ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,</l><l n="530">ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,</l><l n="531">εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.</l><l n="532">βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες</l><l n="533">πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.</l></div><div n="15" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη</l><l n="2">ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν</l><l n="3">νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="4">εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν</l><l n="5">εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,</l><l n="6">ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·</l><l n="7">Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ</l><l n="8">νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.</l><l n="9">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησαι,</l><l n="11">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="12">οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι</l><l n="13">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="14">ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον</l><l n="15">πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.</l><l n="16">ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται</l><l n="17">Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας</l><l n="18">μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·</l><l n="19">μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.</l><l n="20">οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·</l><l n="21">κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,</l><l n="22">παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο</l><l n="23">οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.</l><l n="24">ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα</l><l n="25">δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,</l><l n="26">εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.</l><l n="27">ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.</l><l n="28">μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν</l><l n="29">ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.</l><l n="30">ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.</l><l n="31">ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει</l><l n="32">ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.</l><l n="33">ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,</l><l n="34">νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν</l><l n="35">ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.</l><l n="36">αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,</l><l n="37">νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,</l><l n="38">αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,</l><l n="39">ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.</l><l n="40">ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω</l><l n="41">ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,</l><l n="42">οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.</l></q><l n="43"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,</l><l n="44">αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν</l><l n="45">λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="46"><milestone unit="para" ed="P"/>ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους</l><l n="47">ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.</l></q><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="49">Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο</l><l n="50">νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.</l><l n="51">ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>