<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.441-14.474</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.441-14.474</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="441">ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.</l></q><l n="442"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="443">ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,</l><l n="444">οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,</l><l n="445">ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.</l></q><milestone n="446" unit="card" ed="p"/><l n="446"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,</l><l n="447">σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ</l><l n="448">ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.</l><l n="449">σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης</l><l n="450">αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,</l><l n="451">νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·</l><l n="452">πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="453">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="454">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="455">σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον</l><l n="456">σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.</l><l n="457"><milestone unit="para" ed="P"/>νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς</l><l n="458">πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.</l><l n="459">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="460">εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων</l><l n="461">ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,</l><l n="463">εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει</l><l n="464">ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι</l><l n="465">καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,</l><l n="466">καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.</l><l n="467">ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.</l><l n="468">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,</l><l n="469">ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.</l><l n="470">ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="471">τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.</l><l n="472">ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,</l><l n="473">ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,</l><l n="474">ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>