<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.431-14.459</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.431-14.459</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="431">ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,</l><l n="432">βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης</l><l n="433">ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.</l><l n="434">καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·</l><l n="435">τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,</l><l n="436">θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·</l><l n="437">νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν</l><l n="438">ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·</l><l n="439">καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="441">ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.</l></q><l n="442"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="443">ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,</l><l n="444">οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,</l><l n="445">ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.</l></q><milestone n="446" unit="card" ed="p"/><l n="446"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,</l><l n="447">σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ</l><l n="448">ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.</l><l n="449">σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης</l><l n="450">αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,</l><l n="451">νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·</l><l n="452">πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="453">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="454">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="455">σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον</l><l n="456">σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.</l><l n="457"><milestone unit="para" ed="P"/>νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς</l><l n="458">πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.</l><l n="459">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>