<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.407-14.440</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.407-14.440</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="407">νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι</l><l n="408">εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="410">ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.</l><l n="411">τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,</l><l n="412">κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων</l><l n="413">αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω</l><l n="415">τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν</l><l n="416">δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·</l><l n="417">ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.</l></q><l n="418"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,</l><l n="419">οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.</l><l n="420">τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης</l><l n="421">λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="422">ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν</l><l n="423">ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν</l><l n="424">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="425">κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·</l><l n="426">τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·</l><l n="427">αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,</l><l n="428">πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,</l><l n="429">καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,</l><l n="430">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="431">ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,</l><l n="432">βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης</l><l n="433">ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.</l><l n="434">καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·</l><l n="435">τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,</l><l n="436">θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·</l><l n="437">νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν</l><l n="438">ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·</l><l n="439">καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>