<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.390-14.407</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.390-14.407</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="390"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="391">ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,</l><l n="392">οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.</l><l n="393">ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε</l><l n="394">μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.</l><l n="395">εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,</l><l n="396">ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι</l><l n="397">Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·</l><l n="398">εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,</l><l n="399">δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,</l><l n="400">ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·</l><q type="unspecified"><l n="402">ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε</l><l n="403">εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,</l><l n="404">ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,</l><l n="405">αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·</l><l n="406">πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.</l><l n="407">νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>