<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.38-14.65</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.38-14.65</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="38">ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.</l><l n="39">καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·</l><l n="40">ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων</l><l n="41">ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω</l><l n="42">ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς</l><l n="43">πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,</l><l n="44">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="45">ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,</l><l n="46">σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,</l><l n="47">εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.</l></q><milestone n="48" unit="card" ed="p"/><l n="48"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,</l><l n="49">εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,</l><l n="50">ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,</l><l n="51">αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς</l><l n="52">ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="53"><milestone unit="para" ed="P"/>Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι</l><l n="54">ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.</l></q><l n="55">τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="56">ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,</l><l n="57">ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες</l><l n="58">ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε</l><l n="59">γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν</l><l n="60">αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες</l><l n="61">οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,</l><l n="62">ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,</l><l n="64">οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,</l><l n="63">οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,</l><l n="65">ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>