<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.377-14.491</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.377-14.491</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="377">ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·</l><l n="378">ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="379">ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,</l><l n="380">ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,</l><l n="381">ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.</l><l n="382">φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι</l><l n="383">νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·</l><l n="384">καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,</l><l n="385">πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.</l><l n="386">καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,</l><l n="387">μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·</l><l n="388">οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,</l><l n="389">ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.</l></q><l n="390"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="391">ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,</l><l n="392">οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.</l><l n="393">ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε</l><l n="394">μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.</l><l n="395">εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,</l><l n="396">ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι</l><l n="397">Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·</l><l n="398">εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,</l><l n="399">δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,</l><l n="400">ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·</l><q type="unspecified"><l n="402">ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε</l><l n="403">εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,</l><l n="404">ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,</l><l n="405">αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·</l><l n="406">πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.</l><l n="407">νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι</l><l n="408">εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="410">ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.</l><l n="411">τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,</l><l n="412">κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων</l><l n="413">αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω</l><l n="415">τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν</l><l n="416">δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·</l><l n="417">ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.</l></q><l n="418"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,</l><l n="419">οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.</l><l n="420">τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης</l><l n="421">λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="422">ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν</l><l n="423">ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν</l><l n="424">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="425">κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·</l><l n="426">τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·</l><l n="427">αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,</l><l n="428">πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,</l><l n="429">καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,</l><l n="430">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="431">ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,</l><l n="432">βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης</l><l n="433">ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.</l><l n="434">καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·</l><l n="435">τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,</l><l n="436">θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·</l><l n="437">νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν</l><l n="438">ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·</l><l n="439">καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="441">ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.</l></q><l n="442"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="443">ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,</l><l n="444">οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,</l><l n="445">ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.</l></q><milestone n="446" unit="card" ed="p"/><l n="446"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,</l><l n="447">σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ</l><l n="448">ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.</l><l n="449">σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης</l><l n="450">αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,</l><l n="451">νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·</l><l n="452">πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="453">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="454">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="455">σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον</l><l n="456">σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.</l><l n="457"><milestone unit="para" ed="P"/>νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς</l><l n="458">πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.</l><l n="459">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="460">εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων</l><l n="461">ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,</l><l n="463">εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει</l><l n="464">ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι</l><l n="465">καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,</l><l n="466">καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.</l><l n="467">ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.</l><l n="468">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,</l><l n="469">ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.</l><l n="470">ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="471">τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.</l><l n="472">ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,</l><l n="473">ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,</l><l n="474">ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες</l><l n="475">κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,</l><l n="476">πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,</l><l n="477">ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.</l><l n="478">ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,</l><l n="479">εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·</l><l n="480">αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον</l><l n="481">ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,</l><l n="482">ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.</l><l n="483">ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,</l><l n="484">καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα</l><l n="485">ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·</l><q type="unspecified"><l n="486"><milestone unit="para" ed="P"/>διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="487">οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα</l><l n="488">δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων</l><l n="489">οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.</l></q><l n="490"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ
                     θυμῷ,</l><l n="491">οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>