<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.363-14.441</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.363-14.441</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="363">ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις</l><l n="364">εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα</l><l n="365">μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς</l><l n="366">νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι</l><l n="367">πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν</l><l n="368">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.</l><l n="369">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="370">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω</l><l n="371">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.</l><l n="372">αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε</l><l n="373">ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια</l><l n="374">ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.</l><l n="375">ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,</l><l n="376">ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,</l><l n="377">ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·</l><l n="378">ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="379">ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,</l><l n="380">ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,</l><l n="381">ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.</l><l n="382">φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι</l><l n="383">νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·</l><l n="384">καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,</l><l n="385">πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.</l><l n="386">καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,</l><l n="387">μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·</l><l n="388">οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,</l><l n="389">ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.</l></q><l n="390"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="391">ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,</l><l n="392">οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.</l><l n="393">ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε</l><l n="394">μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.</l><l n="395">εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,</l><l n="396">ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι</l><l n="397">Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·</l><l n="398">εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,</l><l n="399">δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,</l><l n="400">ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·</l><q type="unspecified"><l n="402">ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε</l><l n="403">εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,</l><l n="404">ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,</l><l n="405">αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·</l><l n="406">πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.</l><l n="407">νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι</l><l n="408">εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="410">ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.</l><l n="411">τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,</l><l n="412">κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων</l><l n="413">αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω</l><l n="415">τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν</l><l n="416">δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·</l><l n="417">ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.</l></q><l n="418"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,</l><l n="419">οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.</l><l n="420">τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης</l><l n="421">λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="422">ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν</l><l n="423">ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν</l><l n="424">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="425">κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·</l><l n="426">τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·</l><l n="427">αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,</l><l n="428">πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,</l><l n="429">καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,</l><l n="430">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="431">ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,</l><l n="432">βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης</l><l n="433">ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.</l><l n="434">καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·</l><l n="435">τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,</l><l n="436">θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·</l><l n="437">νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν</l><l n="438">ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·</l><l n="439">καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="441">ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>