<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.360-14.381</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.360-14.381</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="360"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="361">ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας</l><l n="362">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.</l><l n="363">ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις</l><l n="364">εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα</l><l n="365">μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς</l><l n="366">νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι</l><l n="367">πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν</l><l n="368">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.</l><l n="369">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="370">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω</l><l n="371">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.</l><l n="372">αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε</l><l n="373">ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια</l><l n="374">ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.</l><l n="375">ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,</l><l n="376">ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,</l><l n="377">ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·</l><l n="378">ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="379">ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,</l><l n="380">ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,</l><l n="381">ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>