<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.339-14.372</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.339-14.372</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="339">ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,</l><l n="340">αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.</l><l n="341">ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,</l><l n="342">ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="343">ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·</l><l n="344">ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.</l><l n="345">ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ</l><l n="346">ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες</l><l n="347">ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.</l><l n="348">αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ</l><l n="349">ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,</l><l n="350">ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ</l><l n="351">στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι</l><l n="352">νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.</l><l n="353">ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,</l><l n="354">κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες</l><l n="355">φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι</l><l n="356">μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον</l><l n="357">νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ</l><l n="358">ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες</l><l n="359">ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="361">ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας</l><l n="362">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.</l><l n="363">ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις</l><l n="364">εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα</l><l n="365">μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς</l><l n="366">νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι</l><l n="367">πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν</l><l n="368">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.</l><l n="369">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="370">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω</l><l n="371">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.</l><l n="372">αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>