<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.316-14.349</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.316-14.349</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="316">ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων</l><l n="317">ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν</l><l n="318">αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,</l><l n="319">χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·</l><l n="320">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε</l><l n="322">ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,</l><l n="323">καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,</l><l n="324">χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.</l><l n="325">καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·</l><l n="326">τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="327">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="328">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="329">ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον</l><l n="330">ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="331">ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="332">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="333">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="334">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="335">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="336">ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ</l><l n="337">ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ</l><l n="338">ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.</l><l n="339">ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,</l><l n="340">αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.</l><l n="341">ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,</l><l n="342">ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="343">ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·</l><l n="344">ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.</l><l n="345">ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ</l><l n="346">ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες</l><l n="347">ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.</l><l n="348">αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ</l><l n="349">ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>