<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.300-14.328</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.300-14.328</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="300">μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.</l><l n="301">ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη</l><l n="302">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="303">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="304">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="305">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·</l><l n="306">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="307">ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.</l><l n="308">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="309">κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="310">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,</l><l n="311">ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο</l><l n="312">ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.</l><l n="313">τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><l n="314">ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="315">γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.</l><l n="316">ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων</l><l n="317">ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν</l><l n="318">αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,</l><l n="319">χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·</l><l n="320">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε</l><l n="322">ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,</l><l n="323">καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,</l><l n="324">χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.</l><l n="325">καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·</l><l n="326">τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="327">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="328">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>