<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.284-14.362</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.284-14.362</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="284">ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.</l><milestone n="285" unit="card" ed="p"/><l n="285"><milestone unit="para" ed="P"/>ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ
                     ἄγειρα</l><l n="286">χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.</l><l n="287">ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="288">δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,</l><l n="289">τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·</l><l n="290">ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα</l><l n="291">Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.</l><l n="292">ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="293">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="294">ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="295">ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο</l><l n="296">ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,</l><l n="297">κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.</l><l n="298">τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.</l><l n="299">ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,</l><l n="300">μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.</l><l n="301">ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη</l><l n="302">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="303">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="304">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="305">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·</l><l n="306">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="307">ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.</l><l n="308">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="309">κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="310">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,</l><l n="311">ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο</l><l n="312">ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.</l><l n="313">τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><l n="314">ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="315">γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.</l><l n="316">ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων</l><l n="317">ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν</l><l n="318">αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,</l><l n="319">χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·</l><l n="320">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε</l><l n="322">ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,</l><l n="323">καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,</l><l n="324">χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.</l><l n="325">καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·</l><l n="326">τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="327">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="328">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="329">ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον</l><l n="330">ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="331">ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="332">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="333">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="334">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="335">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="336">ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ</l><l n="337">ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ</l><l n="338">ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.</l><l n="339">ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,</l><l n="340">αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.</l><l n="341">ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,</l><l n="342">ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="343">ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·</l><l n="344">ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.</l><l n="345">ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ</l><l n="346">ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες</l><l n="347">ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.</l><l n="348">αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ</l><l n="349">ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,</l><l n="350">ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ</l><l n="351">στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι</l><l n="352">νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.</l><l n="353">ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,</l><l n="354">κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες</l><l n="355">φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι</l><l n="356">μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον</l><l n="357">νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ</l><l n="358">ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες</l><l n="359">ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="361">ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας</l><l n="362">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>