<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.271-14.299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.271-14.299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="271">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="273">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα</l><l n="274">ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="275">αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—</l><l n="276">αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα</l><l n="277">καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·</l><l n="278">αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων</l><l n="279">καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,</l><l n="280">ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.</l><l n="281">ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,</l><l n="282">ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—</l><l n="283">ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν</l><l n="284">ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.</l><milestone n="285" unit="card" ed="p"/><l n="285"><milestone unit="para" ed="P"/>ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ
                     ἄγειρα</l><l n="286">χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.</l><l n="287">ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="288">δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,</l><l n="289">τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·</l><l n="290">ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα</l><l n="291">Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.</l><l n="292">ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="293">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="294">ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="295">ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο</l><l n="296">ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,</l><l n="297">κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.</l><l n="298">τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.</l><l n="299">ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>