<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.242-14.270</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.242-14.270</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="242">οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.</l><l n="243">αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·</l><l n="244">μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l><l n="245">κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα</l><l n="246">Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l><l n="247">νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l><l n="248">ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.</l><l n="249">ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="250">δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l><l n="251">θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l><l n="252">ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l><l n="253">ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l><l n="254">ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι</l><l n="255">νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι</l><l n="256">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="257"><milestone unit="para" ed="P"/>πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,</l><l n="258">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="259">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="260">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="261">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·</l><l n="262">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="263">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="264">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="265">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="266">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="267">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="268">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="269">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="270">μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>