<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.228-14.256</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.228-14.256</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="228">ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.</l><l n="229">πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν</l><l n="230">εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν</l><l n="231">ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.</l><l n="232">τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω</l><l n="233">λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα</l><l n="234">δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.</l><milestone n="235" unit="card" ed="p"/><l n="235">ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="236">ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,</l><l n="237">δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="238">νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος</l><l n="239">ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.</l><l n="240">ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,</l><l n="241">τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν</l><l n="242">οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.</l><l n="243">αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·</l><l n="244">μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l><l n="245">κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα</l><l n="246">Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l><l n="247">νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l><l n="248">ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.</l><l n="249">ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="250">δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l><l n="251">θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l><l n="252">ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l><l n="253">ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l><l n="254">ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι</l><l n="255">νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι</l><l n="256">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>