<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.205-14.283</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.205-14.283</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="205">ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ</l><l n="206">ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.</l><l n="207">ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι</l><l n="208">εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο</l><l n="209">παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,</l><l n="210">αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.</l><l n="211">ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων</l><l n="212">εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα</l><l n="213">οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν</l><l n="214">ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα</l><l n="215">γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.</l><l n="216">ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη</l><l n="217">καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε</l><l n="218">ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,</l><l n="219">οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,</l><l n="220">ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον</l><l n="221">ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.</l><l n="222">τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν</l><l n="223">οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,</l><l n="224">ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν</l><l n="225">καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,</l><l n="226">λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.</l><l n="227">αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·</l><l n="228">ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.</l><l n="229">πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν</l><l n="230">εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν</l><l n="231">ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.</l><l n="232">τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω</l><l n="233">λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα</l><l n="234">δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.</l><milestone n="235" unit="card" ed="p"/><l n="235">ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="236">ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,</l><l n="237">δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="238">νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος</l><l n="239">ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.</l><l n="240">ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,</l><l n="241">τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν</l><l n="242">οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.</l><l n="243">αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·</l><l n="244">μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l><l n="245">κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα</l><l n="246">Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l><l n="247">νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l><l n="248">ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.</l><l n="249">ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="250">δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l><l n="251">θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l><l n="252">ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l><l n="253">ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l><l n="254">ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι</l><l n="255">νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι</l><l n="256">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="257"><milestone unit="para" ed="P"/>πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,</l><l n="258">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="259">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="260">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="261">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·</l><l n="262">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="263">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="264">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="265">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="266">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="267">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="268">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="269">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="270">μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="271">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="273">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα</l><l n="274">ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="275">αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—</l><l n="276">αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα</l><l n="277">καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·</l><l n="278">αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων</l><l n="279">καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,</l><l n="280">ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.</l><l n="281">ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,</l><l n="282">ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—</l><l n="283">ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>