<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.203-14.236</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.203-14.236</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="203">παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα</l><l n="204">Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="205">ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ</l><l n="206">ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.</l><l n="207">ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι</l><l n="208">εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο</l><l n="209">παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,</l><l n="210">αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.</l><l n="211">ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων</l><l n="212">εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα</l><l n="213">οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν</l><l n="214">ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα</l><l n="215">γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.</l><l n="216">ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη</l><l n="217">καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε</l><l n="218">ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,</l><l n="219">οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,</l><l n="220">ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον</l><l n="221">ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.</l><l n="222">τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν</l><l n="223">οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,</l><l n="224">ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν</l><l n="225">καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,</l><l n="226">λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.</l><l n="227">αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·</l><l n="228">ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.</l><l n="229">πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν</l><l n="230">εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν</l><l n="231">ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.</l><l n="232">τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω</l><l n="233">λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα</l><l n="234">δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.</l><milestone n="235" unit="card" ed="p"/><l n="235">ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="236">ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>