<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.192-14.481</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.192-14.481</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="192">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="193">εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ</l><l n="194">ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,</l><l n="195">δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·</l><l n="196">ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα</l><l n="197">οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,</l><l n="198">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="199"><milestone unit="para" ed="P"/>ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,</l><l n="200">ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι</l><l n="201">υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο</l><l n="202">γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ</l><l n="203">παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα</l><l n="204">Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="205">ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ</l><l n="206">ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.</l><l n="207">ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι</l><l n="208">εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο</l><l n="209">παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,</l><l n="210">αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.</l><l n="211">ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων</l><l n="212">εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα</l><l n="213">οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν</l><l n="214">ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα</l><l n="215">γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.</l><l n="216">ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη</l><l n="217">καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε</l><l n="218">ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,</l><l n="219">οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,</l><l n="220">ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον</l><l n="221">ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.</l><l n="222">τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν</l><l n="223">οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,</l><l n="224">ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν</l><l n="225">καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,</l><l n="226">λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.</l><l n="227">αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·</l><l n="228">ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.</l><l n="229">πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν</l><l n="230">εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν</l><l n="231">ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.</l><l n="232">τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω</l><l n="233">λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα</l><l n="234">δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.</l><milestone n="235" unit="card" ed="p"/><l n="235">ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="236">ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,</l><l n="237">δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="238">νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος</l><l n="239">ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.</l><l n="240">ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,</l><l n="241">τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν</l><l n="242">οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.</l><l n="243">αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·</l><l n="244">μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l><l n="245">κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα</l><l n="246">Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l><l n="247">νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l><l n="248">ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.</l><l n="249">ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="250">δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l><l n="251">θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l><l n="252">ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l><l n="253">ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l><l n="254">ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι</l><l n="255">νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι</l><l n="256">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="257"><milestone unit="para" ed="P"/>πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,</l><l n="258">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="259">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="260">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="261">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·</l><l n="262">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="263">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="264">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="265">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="266">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="267">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="268">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="269">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="270">μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="271">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="273">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα</l><l n="274">ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="275">αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—</l><l n="276">αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα</l><l n="277">καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·</l><l n="278">αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων</l><l n="279">καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,</l><l n="280">ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.</l><l n="281">ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,</l><l n="282">ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—</l><l n="283">ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν</l><l n="284">ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.</l><milestone n="285" unit="card" ed="p"/><l n="285"><milestone unit="para" ed="P"/>ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ
                     ἄγειρα</l><l n="286">χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.</l><l n="287">ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="288">δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,</l><l n="289">τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·</l><l n="290">ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα</l><l n="291">Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.</l><l n="292">ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="293">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="294">ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="295">ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο</l><l n="296">ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,</l><l n="297">κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.</l><l n="298">τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.</l><l n="299">ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,</l><l n="300">μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.</l><l n="301">ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη</l><l n="302">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="303">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="304">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="305">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·</l><l n="306">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="307">ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.</l><l n="308">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="309">κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="310">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,</l><l n="311">ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο</l><l n="312">ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.</l><l n="313">τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><l n="314">ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="315">γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.</l><l n="316">ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων</l><l n="317">ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν</l><l n="318">αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,</l><l n="319">χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·</l><l n="320">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε</l><l n="322">ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,</l><l n="323">καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,</l><l n="324">χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.</l><l n="325">καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·</l><l n="326">τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="327">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="328">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="329">ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον</l><l n="330">ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="331">ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="332">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="333">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="334">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="335">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="336">ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ</l><l n="337">ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ</l><l n="338">ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.</l><l n="339">ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,</l><l n="340">αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.</l><l n="341">ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,</l><l n="342">ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="343">ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·</l><l n="344">ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.</l><l n="345">ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ</l><l n="346">ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες</l><l n="347">ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.</l><l n="348">αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ</l><l n="349">ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,</l><l n="350">ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ</l><l n="351">στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι</l><l n="352">νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.</l><l n="353">ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,</l><l n="354">κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες</l><l n="355">φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι</l><l n="356">μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον</l><l n="357">νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ</l><l n="358">ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες</l><l n="359">ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.</l></q><milestone n="360" unit="card" ed="p"/><l n="360"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="361">ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας</l><l n="362">ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.</l><l n="363">ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις</l><l n="364">εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα</l><l n="365">μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς</l><l n="366">νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι</l><l n="367">πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν</l><l n="368">ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.</l><l n="369">τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,</l><l n="370">ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω</l><l n="371">νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.</l><l n="372">αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε</l><l n="373">ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια</l><l n="374">ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.</l><l n="375">ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,</l><l n="376">ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,</l><l n="377">ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·</l><l n="378">ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,</l><l n="379">ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,</l><l n="380">ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,</l><l n="381">ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.</l><l n="382">φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι</l><l n="383">νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·</l><l n="384">καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,</l><l n="385">πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.</l><l n="386">καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,</l><l n="387">μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·</l><l n="388">οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,</l><l n="389">ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.</l></q><l n="390"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="391">ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,</l><l n="392">οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.</l><l n="393">ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε</l><l n="394">μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.</l><l n="395">εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,</l><l n="396">ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι</l><l n="397">Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·</l><l n="398">εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,</l><l n="399">δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,</l><l n="400">ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.</l></q><milestone n="401" unit="card" ed="p"/><l n="401"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·</l><q type="unspecified"><l n="402">ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε</l><l n="403">εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,</l><l n="404">ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,</l><l n="405">αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·</l><l n="406">πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.</l><l n="407">νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι</l><l n="408">εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="410">ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.</l><l n="411">τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,</l><l n="412">κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων</l><l n="413">αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω</l><l n="415">τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν</l><l n="416">δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·</l><l n="417">ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.</l></q><l n="418"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,</l><l n="419">οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.</l><l n="420">τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης</l><l n="421">λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·</l><l n="422">ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν</l><l n="423">ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν</l><l n="424">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="425">κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·</l><l n="426">τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·</l><l n="427">αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,</l><l n="428">πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,</l><l n="429">καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,</l><l n="430">μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,</l><l n="431">ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,</l><l n="432">βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης</l><l n="433">ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.</l><l n="434">καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·</l><l n="435">τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,</l><l n="436">θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·</l><l n="437">νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν</l><l n="438">ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·</l><l n="439">καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="440"><milestone unit="para" ed="P"/>αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο</l><l n="441">ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.</l></q><l n="442"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="443">ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,</l><l n="444">οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,</l><l n="445">ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.</l></q><milestone n="446" unit="card" ed="p"/><l n="446"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,</l><l n="447">σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ</l><l n="448">ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.</l><l n="449">σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης</l><l n="450">αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,</l><l n="451">νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·</l><l n="452">πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.</l><l n="453">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="454">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="455">σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον</l><l n="456">σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.</l><l n="457"><milestone unit="para" ed="P"/>νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα
                  Ζεὺς</l><l n="458">πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.</l><l n="459">τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,</l><l n="460">εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων</l><l n="461">ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·</l><q type="unspecified"><l n="462"><milestone unit="para" ed="P"/>κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες
                     ἑταῖροι,</l><l n="463">εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει</l><l n="464">ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι</l><l n="465">καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,</l><l n="466">καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.</l><l n="467">ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.</l><l n="468">εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,</l><l n="469">ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.</l><l n="470">ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,</l><l n="471">τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.</l><l n="472">ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,</l><l n="473">ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,</l><l n="474">ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες</l><l n="475">κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,</l><l n="476">πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,</l><l n="477">ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.</l><l n="478">ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,</l><l n="479">εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·</l><l n="480">αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον</l><l n="481">ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>