<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.148-14.353</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.148-14.353</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="148"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="149">ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα</l><l n="150">κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·</l><l n="151">ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,</l><l n="152">ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω</l><l n="153">αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·</l><l n="154">ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·</l><l n="155">πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.</l><l n="156">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι</l><l n="157">γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.</l><l n="158">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,</l><l n="159">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="160">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="161">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.</l><l n="162">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,</l><l n="163">οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου</l><l n="164">ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="166">ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,</l><l n="167">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος</l><l n="168">πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων</l><l n="169">μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="170">ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.</l><l n="171">ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς</l><l n="172">ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια</l><l n="173">Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.</l><l n="174">νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,</l><l n="175">Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,</l><l n="176">καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα</l><l n="177">πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,</l><l n="178">τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας</l><l n="179">ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="180">ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ</l><l n="181">οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται</l><l n="182">νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.</l><l n="183">ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ</l><l n="184">ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.</l><l n="185">ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες</l><l n="186">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="187">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="188">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="189">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="190">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="192">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="193">εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ</l><l n="194">ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,</l><l n="195">δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·</l><l n="196">ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα</l><l n="197">οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,</l><l n="198">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="199"><milestone unit="para" ed="P"/>ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,</l><l n="200">ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι</l><l n="201">υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο</l><l n="202">γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ</l><l n="203">παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα</l><l n="204">Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="205">ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ</l><l n="206">ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.</l><l n="207">ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι</l><l n="208">εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο</l><l n="209">παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,</l><l n="210">αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.</l><l n="211">ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων</l><l n="212">εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα</l><l n="213">οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν</l><l n="214">ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα</l><l n="215">γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.</l><l n="216">ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη</l><l n="217">καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε</l><l n="218">ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,</l><l n="219">οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,</l><l n="220">ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον</l><l n="221">ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.</l><l n="222">τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν</l><l n="223">οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,</l><l n="224">ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν</l><l n="225">καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,</l><l n="226">λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.</l><l n="227">αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·</l><l n="228">ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.</l><l n="229">πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν</l><l n="230">εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν</l><l n="231">ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.</l><l n="232">τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω</l><l n="233">λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα</l><l n="234">δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.</l><milestone n="235" unit="card" ed="p"/><l n="235">ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="236">ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,</l><l n="237">δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="238">νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος</l><l n="239">ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.</l><l n="240">ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,</l><l n="241">τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν</l><l n="242">οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.</l><l n="243">αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·</l><l n="244">μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν</l><l n="245">κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα</l><l n="246">Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,</l><l n="247">νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.</l><l n="248">ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.</l><l n="249">ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι</l><l n="250">δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον</l><l n="251">θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.</l><l n="252">ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης</l><l n="253">ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ</l><l n="254">ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι</l><l n="255">νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι</l><l n="256">ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.</l><l n="257"><milestone unit="para" ed="P"/>πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,</l><l n="258">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="259">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="260">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="261">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·</l><l n="262">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="263">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="264">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="265">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l><l n="266">οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν</l><l n="267">ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων</l><l n="268">χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος</l><l n="269">φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη</l><l n="270">μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.</l><l n="271">ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,</l><l n="272">τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.</l><l n="273">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα</l><l n="274">ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν</l><l n="275">αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—</l><l n="276">αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα</l><l n="277">καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·</l><l n="278">αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων</l><l n="279">καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,</l><l n="280">ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.</l><l n="281">ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,</l><l n="282">ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—</l><l n="283">ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν</l><l n="284">ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.</l><milestone n="285" unit="card" ed="p"/><l n="285"><milestone unit="para" ed="P"/>ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ
                     ἄγειρα</l><l n="286">χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.</l><l n="287">ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,</l><l n="288">δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,</l><l n="289">τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·</l><l n="290">ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα</l><l n="291">Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.</l><l n="292">ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.</l><l n="293">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο</l><l n="294">ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,</l><l n="295">ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο</l><l n="296">ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,</l><l n="297">κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.</l><l n="298">τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.</l><l n="299">ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,</l><l n="300">μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.</l><l n="301">ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη</l><l n="302">φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,</l><l n="303">δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων</l><l n="304">νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.</l><l n="305">Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·</l><l n="306">ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,</l><l n="307">ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.</l><l n="308">οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν</l><l n="309">κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.</l><l n="310">αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,</l><l n="311">ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο</l><l n="312">ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.</l><l n="313">τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.</l><l n="314">ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ</l><l n="315">γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.</l><l n="316">ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων</l><l n="317">ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν</l><l n="318">αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,</l><l n="319">χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·</l><l n="320">ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.</l><milestone n="321" unit="card" ed="p"/><l n="321"><milestone unit="para" ed="P"/>ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε</l><l n="322">ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,</l><l n="323">καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,</l><l n="324">χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.</l><l n="325">καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·</l><l n="326">τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="327">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="328">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="329">ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον</l><l n="330">ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="331">ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="332">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="333">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="334">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="335">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="336">ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ</l><l n="337">ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ</l><l n="338">ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.</l><l n="339">ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,</l><l n="340">αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.</l><l n="341">ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,</l><l n="342">ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,</l><l n="343">ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·</l><l n="344">ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.</l><l n="345">ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ</l><l n="346">ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες</l><l n="347">ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.</l><l n="348">αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ</l><l n="349">ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,</l><l n="350">ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ</l><l n="351">στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι</l><l n="352">νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.</l><l n="353">ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>