<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.122-14.143</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.122-14.143</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="122">ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="123">ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,</l><l n="124">ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται</l><l n="125">ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.</l><l n="126">ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,</l><l n="127">ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·</l><l n="128">ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,</l><l n="129">καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,</l><l n="130">ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.</l><l n="131">αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.</l><l n="132">εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.</l><l n="133">τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ</l><l n="134">ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·</l><l n="135">ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ</l><l n="136">κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.</l><l n="137">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω</l><l n="138">πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="139">ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,</l><l n="140">οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι</l><l n="141">οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.</l><l n="142">οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ</l><l n="143">ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>