<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.102-14.216</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.102-14.216</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><q type="unspecified"><l n="102">βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.</l><l n="103">ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα</l><l n="104">ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.</l><l n="105">τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,</l><l n="106">ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.</l><l n="107">αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,</l><l n="108">καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.</l></q><milestone n="109" unit="card" ed="p"/><l n="109"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε
                  οἶνον</l><l n="110">ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.</l><l n="111">αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,</l><l n="112">καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,</l><l n="113">οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,</l><l n="114">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="115"><milestone unit="para" ed="P"/>ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,</l><l n="116">ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;</l><l n="117">φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.</l><l n="118">εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.</l><l n="119">Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l><l n="120">εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.</l></q><l n="121"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·</l><q type="unspecified"><l n="122">ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν</l><l n="123">ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,</l><l n="124">ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται</l><l n="125">ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.</l><l n="126">ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,</l><l n="127">ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·</l><l n="128">ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,</l><l n="129">καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,</l><l n="130">ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.</l><l n="131">αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.</l><l n="132">εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.</l><l n="133">τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ</l><l n="134">ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·</l><l n="135">ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ</l><l n="136">κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.</l><l n="137">ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω</l><l n="138">πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον</l><l n="139">ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,</l><l n="140">οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι</l><l n="141">οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.</l><l n="142">οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ</l><l n="143">ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·</l><l n="144">ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.</l><l n="145">τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν</l><l n="146">αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·</l><l n="147">ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.</l></q><milestone n="148" unit="card" ed="p"/><l n="148"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="149">ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα</l><l n="150">κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·</l><l n="151">ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,</l><l n="152">ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω</l><l n="153">αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·</l><l n="154">ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·</l><l n="155">πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.</l><l n="156">ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι</l><l n="157">γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.</l><l n="158">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,</l><l n="159">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="160">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="161">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.</l><l n="162">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,</l><l n="163">οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου</l><l n="164">ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.</l></q><l n="165"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="166">ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,</l><l n="167">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος</l><l n="168">πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων</l><l n="169">μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="170">ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.</l><l n="171">ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς</l><l n="172">ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια</l><l n="173">Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.</l><l n="174">νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,</l><l n="175">Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,</l><l n="176">καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα</l><l n="177">πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,</l><l n="178">τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας</l><l n="179">ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν</l><l n="180">ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ</l><l n="181">οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται</l><l n="182">νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.</l><l n="183">ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ</l><l n="184">ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.</l><l n="185">ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες</l><l n="186">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·</l><l n="187">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l><l n="188">ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται</l><l n="189">ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;</l><l n="190">οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.</l></q><milestone n="191" unit="card" ed="p"/><l n="191"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="192">τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.</l><l n="193">εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ</l><l n="194">ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,</l><l n="195">δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·</l><l n="196">ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα</l><l n="197">οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,</l><l n="198">ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.</l><l n="199"><milestone unit="para" ed="P"/>ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,</l><l n="200">ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι</l><l n="201">υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο</l><l n="202">γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ</l><l n="203">παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα</l><l n="204">Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="205">ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ</l><l n="206">ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.</l><l n="207">ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι</l><l n="208">εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο</l><l n="209">παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,</l><l n="210">αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.</l><l n="211">ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων</l><l n="212">εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα</l><l n="213">οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν</l><l n="214">ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα</l><l n="215">γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.</l><l n="216">ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>