<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.10-14.37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:14.10-14.37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="14" type="textpart" subtype="book"><l n="10">ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·</l><l n="11">σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,</l><l n="12">πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·</l><l n="13">ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει</l><l n="14">πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ</l><l n="15">πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,</l><l n="16">θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,</l><l n="17">πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες</l><l n="18">ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης</l><l n="19">αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·</l><l n="20">οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.</l><l n="21">πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον</l><l n="22">τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.</l><l n="23">αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,</l><l n="24">τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι</l><l n="25">ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,</l><l n="26">οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε</l><l n="27">σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,</l><l n="28">ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.</l><l n="29"><milestone unit="para" ed="P"/>ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.</l><l n="30">οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς</l><l n="31">ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.</l><l n="32">ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·</l><l n="33">ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν</l><l n="34">ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.</l><l n="35">τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον</l><l n="36">πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·</l><q type="unspecified"><l n="37"><milestone unit="para" ed="P"/>ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>