<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.96-13.117</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.96-13.117</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="96"><milestone unit="para" ed="P"/>Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,</l><l n="97">ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ</l><l n="98">ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,</l><l n="99">αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα</l><l n="100">ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι</l><l n="101">νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.</l><l n="102">αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,</l><l n="103">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="104">ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.</l><l n="105">ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν</l><l n="106">λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.</l><l n="107">ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι</l><l n="108">φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·</l><l n="109">ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,</l><l n="110">αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,</l><l n="111">αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ</l><l n="112">ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.</l><l n="113"><milestone unit="para" ed="P"/>ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα</l><l n="114">ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,</l><l n="115">σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·</l><l n="116">οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε</l><l n="117">πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>