<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.67-13.130</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:13.67-13.130</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="13" type="textpart" subtype="book"><l n="67">τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,</l><l n="68">τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·</l><l n="69">ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.</l><l n="70"><milestone unit="para" ed="P"/>αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="71">αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ</l><l n="72">δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·</l><l n="73">κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε</l><l n="74">νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,</l><l n="75">πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο</l><l n="76">σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι</l><l n="77">κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.</l><l n="78">εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,</l><l n="79">καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,</l><l n="80">νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.</l><l n="81">ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,</l><l n="82">πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,</l><l n="83">ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,</l><l n="84">ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε</l><l n="85">πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.</l><l n="86">ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ</l><l n="87">κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.</l><l n="88">ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,</l><l n="89">ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·</l><l n="90">ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν</l><l n="91">ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,</l><l n="92">δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.</l><milestone n="93" unit="card" ed="p"/><l n="93"><milestone unit="para" ed="P"/>εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα</l><l n="94">ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,</l><l n="95">τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.</l><l n="96"><milestone unit="para" ed="P"/>Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,</l><l n="97">ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ</l><l n="98">ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,</l><l n="99">αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα</l><l n="100">ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι</l><l n="101">νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.</l><l n="102">αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,</l><l n="103">ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,</l><l n="104">ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.</l><l n="105">ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν</l><l n="106">λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.</l><l n="107">ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι</l><l n="108">φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·</l><l n="109">ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,</l><l n="110">αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,</l><l n="111">αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ</l><l n="112">ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.</l><l n="113"><milestone unit="para" ed="P"/>ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν
                  ἔπειτα</l><l n="114">ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,</l><l n="115">σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·</l><l n="116">οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε</l><l n="117">πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν</l><l n="118">αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,</l><l n="119">κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,</l><l n="120">ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ</l><l n="121">ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.</l><l n="122">καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν</l><l n="123">ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,</l><l n="124">πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·</l><l n="125">αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων</l><l n="126">λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="127">πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q type="unspecified"><l n="128"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι
                     θεοῖσι</l><l n="129">τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,</l><l n="130">Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>